Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη:
θάρσει , μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο
θείμεν αὐτίκα νῦν , ἵνα περ τάδε τοι σόα μίμνῃ:
365
αὐτοὶ δὲ φραζώμεθ᾽ ὅπως ὄχ᾽ ἄριστα γένηται.”
ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,
μαιομένη κευθμῶνας ἀνὰ σπέος : αὐτὰρ Ὀδυσσεὺς
ἆσσον πάντ᾽ ἐφόρει , χρυσὸν καὶ ἀτειρέα χαλκὸν
εἵματά τ᾽ εὐποίητα , τά οἱ Φαίηκες ἔδωκαν.
370
καὶ τὰ μὲν εὖ κατέθηκε , λίθον δ᾽ ἐπέθηκε θύρῃσι
Παλλὰς Ἀθηναίη , κούρη Διὸς αἰγιόχοιο.
τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμέν᾽ ἐλαίης
φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.
τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη:
375
διογενὲς Λαερτιάδη , πολυμήχαν᾽ Ὀδυσσεῦ,
φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,
οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,
μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες:
δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν
380
πάντας μέν ῥ᾽ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,
ἀγγελίας προϊεῖσα , νόος δέ οἱ ἄλλα μενοινᾷ.”
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
πόποι , μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,
385
εἰ μή μοι σὺ ἕκαστα , θεά , κατὰ μοῖραν ἔειπες.
ἀλλ᾽ ἄγε μῆτιν ὕφηνον , ὅπως ἀποτίσομαι αὐτούς:
πὰρ δέ μοι αὐτὴ στῆθι , μένος πολυθαρσὲς ἐνεῖσα,
οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.
αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης , γλαυκῶπι,
390
καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην