Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
14
αὐτὰρ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν
χῶρον ἀν᾽ ὑλήεντα δι᾽ ἄκριας , οἱ Ἀθήνη
πέφραδε δῖον ὑφορβόν , οἱ βιότοιο μάλιστα
κήδετο οἰκήων , οὓς κτήσατο δῖος Ὀδυσσεύς.
5
τὸν δ᾽ ἄρ᾽ ἐνὶ προδόμῳ εὗρ᾽ ἥμενον , ἔνθα οἱ αὐλὴ
ὑψηλὴ δέδμητο , περισκέπτῳ ἐνὶ χώρῳ,
καλή τε μεγάλη τε , περίδρομος : ἥν ῥα συβώτης
αὐτὸς δείμαθ᾽ ὕεσσιν ἀποιχομένοιο ἄνακτος,
νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος,
10
ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ:
σταυροὺς δ᾽ ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα,
πυκνοὺς καὶ θαμέας , τὸ μέλαν δρυὸς ἀμφικεάσσας:
ἔντοσθεν δ᾽ αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει
πλησίον ἀλλήλων , εὐνὰς συσίν : ἐν δὲ ἑκάστῳ
15
πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο,
θήλειαι τοκάδες : τοὶ δ᾽ ἄρσενες ἐκτὸς ἴαυον,
πολλὸν παυρότεροι : τοὺς γὰρ μινύθεσκον ἔδοντες
ἀντίθεοι μνηστῆρες , ἐπεὶ προΐαλλε συβώτης
αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων:
20
οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.
πὰρ δὲ κύνες , θήρεσσιν ἐοικότες αἰὲν ἴαυον
τέσσαρες , οὓς ἔθρεψε συβώτης , ὄρχαμος ἀνδρῶν.
αὐτὸς δ᾽ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα,
τάμνων δέρμα βόειον ἐϋχροές : οἱ δὲ δὴ ἄλλοι
25
ᾤχοντ᾽ ἄλλυδις ἄλλος ἅμ᾽ ἀγρομένοισι σύεσσιν,
οἱ τρεῖς : τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε
σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ,
ὄφρ᾽ ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν.
ἐξαπίνης δ᾽ Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι.
30
οἱ μὲν κεκλήγοντες ἐπέδραμον : αὐτὰρ Ὀδυσσεὺς