Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀλλ᾽ ἐγὼ οὐκ αὔτως μυθήσομαι , ἀλλὰ σὺν ὅρκῳ,
ὡς νεῖται Ὀδυσεύς : εὐαγγέλιον δέ μοι ἔστω
αὐτίκ᾽ , ἐπεί κεν κεῖνος ἰὼν τὰ δώμαθ᾽ ἵκηται:
ἕσσαι με χλαῖνάν τε χιτῶνά τε , εἵματα καλά:
155
πρὶν δέ κε , καὶ μάλα περ κεχρημένος , οὔ τι δεχοίμην.
ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι
γίγνεται , ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.
ἴστω νῦν Ζεὺς πρῶτα θεῶν , ξενίη τε τράπεζα,
ἱστίη τ᾽ Ὀδυσῆος ἀμύμονος , ἣν ἀφικάνω:
160
μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
τοῦδ᾽ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδ᾽ Ὀδυσσεύς.
τοῦ μὲν φθίνοντος μηνός , τοῦ δ᾽ ἱσταμένοιο,
οἴκαδε νοστήσει , καὶ τίσεται ὅς τις ἐκείνου
ἐνθάδ᾽ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.”
165
τὸν δ᾽ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα:
γέρον , οὔτ᾽ ἄρ᾽ ἐγὼν εὐαγγέλιον τόδε τίσω,
οὔτ᾽ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται : ἀλλὰ ἕκηλος
πῖνε , καὶ ἄλλα παρὲξ μεμνώμεθα , μηδέ με τούτων
μίμνησκ᾽ : γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν
170
ἄχνυται , ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος.
ἀλλ᾽ τοι ὅρκον μὲν ἐάσομεν , αὐτὰρ Ὀδυσσεὺς
ἔλθοι ὅπως μιν ἐγώ γ᾽ ἐθέλω καὶ Πηνελόπεια
Λαέρτης θ᾽ γέρων καὶ Τηλέμαχος θεοειδής.
νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι , ὃν τέκ᾽ Ὀδυσσεύς,
175
Τηλεμάχου : τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον,
καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρηα
πατρὸς ἑοῖο φίλοιο , δέμας καὶ εἶδος ἀγητόν,
τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσας
ἠέ τις ἀνθρώπων : δ᾽ ἔβη μετὰ πατρὸς ἀκουὴν
180
ἐς Πύλον ἠγαθέην : τὸν δὲ μνηστῆρες ἀγαυοὶ