Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν
οἴκαδε σὺν νήεσσι , θεὸς δ᾽ ἐκέδασσεν Ἀχαιούς.
αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς:
μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν
245
κουριδίῃ τ᾽ ἀλόχῳ καὶ κτήμασιν : αὐτὰρ ἔπειτα
Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,
νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.
ἐννέα νῆας στεῖλα , θοῶς δ᾽ ἐσαγείρατο λαός.
ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
250
δαίνυντ᾽ : αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον
θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.
ἑβδομάτῃ δ᾽ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης
ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ
ῥηϊδίως , ὡς εἴ τε κατὰ ῥόον : οὐδέ τις οὖν μοι
255
νηῶν πημάνθη , ἀλλ᾽ ἀσκηθέες καὶ ἄνουσοι
ἥμεθα , τὰς δ᾽ ἄνεμός τε κυβερνῆταί τ᾽ ἴθυνον.
πεμπταῖοι δ᾽ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,
στῆσα δ᾽ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
ἔνθ᾽ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
260
αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,
ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι:
οἱ δ᾽ ὕβρει εἴξαντες , ἐπισπόμενοι μένεϊ σφῷ,
αἶψα μάλ᾽ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
πόρθεον , ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
265
αὐτούς τ᾽ ἔκτεινον : τάχα δ᾽ ἐς πόλιν ἵκετ᾽ ἀϋτή.
οἱ δὲ βοῆς ἀΐοντες ἅμ᾽ ἠοῖ φαινομένηφιν
ἦλθον : πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
χαλκοῦ τε στεροπῆς : ἐν δὲ Ζεὺς τερπικέραυνος
φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν , οὐδέ τις ἔτλη
270
μεῖναι ἐναντίβιον : περὶ γὰρ κακὰ πάντοθεν ἔστη.