Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἕζετο κερδοσύνη , σκῆπτρον δέ οἱ ἔκπεσε χειρός.
ἔνθα κεν πὰρ σταθμῷ ἀεικέλιον πάθεν ἄλγος:
ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν
ἔσσυτ᾽ ἀνὰ πρόθυρον , σκῦτος δέ οἱ ἔκπεσε χειρός.
35
τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον
πυκνῇσιν λιθάδεσσιν : δὲ προσέειπεν ἄνακτα:
γέρον , ὀλίγου σε κύνες διεδηλήσαντο
ἐξαπίνης , καί κέν μοι ἐλεγχείην κατέχευας.
καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε:
40
ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων
ἧμαι , ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω
ἔδμεναι : αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς
πλάζετ᾽ ἐπ᾽ ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε,
εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
45
ἀλλ᾽ ἕπεο , κλισίηνδ᾽ ἴομεν , γέρον , ὄφρα καὶ αὐτός,
σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν,
εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδε᾽ ἀνέτλης.”
ὣς εἰπὼν κλισίηνδ᾽ ἡγήσατο δῖος ὑφορβός,
εἷσεν δ᾽ εἰσαγαγών , ῥῶπας δ᾽ ὑπέχευε δασείας,
50
ἐστόρεσεν δ᾽ ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός,
αὐτοῦ ἐνεύναιον , μέγα καὶ δασύ . χαῖρε δ᾽ Ὀδυσσεὺς
ὅττι μιν ὣς ὑπέδεκτο , ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
Ζεύς τοι δοίη , ξεῖνε , καὶ ἀθάνατοι θεοὶ ἄλλοι
ὅττι μάλιστ᾽ ἐθέλεις , ὅτι με πρόφρων ὑπέδεξο.”
55
τὸν δ᾽ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα:
ξεῖν᾽ , οὔ μοι θέμις ἔστ᾽ , οὐδ᾽ εἰ κακίων σέθεν ἔλθοι,
ξεῖνον ἀτιμῆσαι : πρὸς γὰρ Διός εἰσιν ἅπαντες
ξεῖνοί τε πτωχοί τε : δόσις δ᾽ ὀλίγη τε φίλη τε
γίγνεται ἡμετέρη : γὰρ δμώων δίκη ἐστὶν
60
αἰεὶ δειδιότων , ὅτ᾽ ἐπικρατέωσιν ἄνακτες