Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
δειλὲ ξείνων , μοι μάλα θυμὸν ὄρινας
ταῦτα ἕκαστα λέγων , ὅσα δὴ πάθες ἠδ᾽ ὅσ᾽ ἀλήθης.
ἀλλὰ τά γ᾽ οὐ κατὰ κόσμον ὀΐομαι , οὐδέ με πείσεις
εἰπὼν ἀμφ᾽ Ὀδυσῆϊ : τί σε χρὴ τοῖον ἐόντα
365
μαψιδίως ψεύδεσθαι ; ἐγὼ δ᾽ εὖ οἶδα καὶ αὐτὸς
νόστον ἐμοῖο ἄνακτος , τ᾽ ἤχθετο πᾶσι θεοῖσι
πάγχυ μάλ᾽ , ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν
ἠὲ φίλων ἐν χερσίν , ἐπεὶ πόλεμον τολύπευσε.
τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
370
ἠδέ κε καὶ παιδὶ μέγα κλέος ἤρατ᾽ ὀπίσσω
νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.
αὐτὰρ ἐγὼ παρ᾽ ὕεσσιν ἀπότροπος : οὐδὲ πόλινδε
ἔρχομαι , εἰ μή πού τι περίφρων Πηνελόπεια
ἐλθέμεν ὀτρύνῃσιν , ὅτ᾽ ἀγγελίη ποθὲν ἔλθῃ.
375
ἀλλ᾽ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,
ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,
ἠδ᾽ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες:
ἀλλ᾽ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,
ἐξ οὗ δή μ᾽ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,
380
ὅς ῥ᾽ ἄνδρα κτείνας , πολλὴν ἐπὶ γαῖαν ἀληθείς,
ἦλθεν ἐμὰ πρὸς δώματ᾽ : ἐγὼ δέ μιν ἀμφαγάπαζον.
φῆ δέ μιν ἐν Κρήτεσσι παρ᾽ Ἰδομενῆϊ ἰδέσθαι
νῆας ἀκειόμενον , τάς οἱ ξυνέαξαν ἄελλαι:
καὶ φάτ᾽ ἐλεύσεσθαι ἐς θέρος ἐς ὀπώρην,
385
πολλὰ χρήματ᾽ ἄγοντα , σὺν ἀντιθέοις ἑτάροισι.
καὶ σύ , γέρον πολυπενθές , ἐπεί σέ μοι ἤγαγε δαίμων,
μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε:
οὐ γὰρ τοὔνεκ᾽ ἐγώ σ᾽ αἰδέσσομαι οὐδὲ φιλήσω,
ἀλλὰ Δία ξένιον δείσας αὐτόν τ᾽ ἐλεαίρων.”
390
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς