Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος,
οἷόν σ᾽ οὐδ᾽ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.
ἀλλ᾽ ἄγε νῦν ῥήτρην ποιησόμεθ᾽ : αὐτὰρ ὄπισθε
μάρτυροι ἀμφοτέροισι θεοί , τοὶ Ὄλυμπον ἔχουσιν.
395
εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα,
ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι
Δουλίχιόνδ᾽ ἰέναι , ὅθι μοι φίλον ἔπλετο θυμῷ:
εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω,
δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης,
400
ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.”
τὸν δ᾽ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός:
ξεῖν᾽ , οὕτω γάρ κέν μοι ἐϋκλείη τ᾽ ἀρετή τε
εἴη ἐπ᾽ ἀνθρώπους ἅμα τ᾽ αὐτίκα καὶ μετέπειτα,
ὅς σ᾽ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,
405
αὖτις δὲ κτείναιμι φίλον τ᾽ ἀπὸ θυμὸν ἑλοίμην:
πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.
νῦν δ᾽ ὥρη δόρποιο : τάχιστά μοι ἔνδον ἑταῖροι
εἶεν , ἵν᾽ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον.”
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
410
ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί.
τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι,
κλαγγὴ δ᾽ ἄσπετος ὦρτο συῶν αὐλιζομενάων
αὐτὰρ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός:
ἄξεθ᾽ ὑῶν τὸν ἄριστον , ἵνα ξείνῳ ἱερεύσω
415
τηλεδαπῷ : πρὸς δ᾽ αὐτοὶ ὀνησόμεθ᾽ , οἵ περ ὀϊζὺν
δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκ᾽ ἀργιοδόντων:
ἄλλοι δ᾽ ἡμέτερον κάματον νήποινον ἔδουσιν.”
ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ,
οἱ δ᾽ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.
420
τὸν μὲν ἔπειτ᾽ ἔστησαν ἐπ᾽ ἐσχάρῃ : οὐδὲ συβώτης