Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
λήθετ᾽ ἄρ᾽ ἀθανάτων : φρεσὶ γὰρ κέχρητ᾽ ἀγαθῇσιν:
ἀλλ᾽ ὅγ᾽ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν
ἀργιόδοντος ὑός , καὶ ἐπεύχετο πᾶσι θεοῖσιν
νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
425
κόψε δ᾽ ἀνασχόμενος σχίζῃ δρυός , ἣν λίπε κείων:
τὸν δ᾽ ἔλιπε ψυχή . τοὶ δ᾽ ἔσφαξάν τε καὶ εὗσαν:
αἶψα δέ μιν διέχευαν : δ᾽ ὠμοθετεῖτο συβώτης,
πάντων ἀρχόμενος μελέων , ἐς πίονα δημόν,
καὶ τὰ μὲν ἐν πυρὶ βάλλε , παλύνας ἀλφίτου ἀκτῇ,
430
μίστυλλόν τ᾽ ἄρα τἆλλα καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειραν,
ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,
βάλλον δ᾽ εἰν ἐλεοῖσιν ἀολλέα : ἂν δὲ συβώτης
ἵστατο δαιτρεύσων : περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.
καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων:
435
τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ , Μαιάδος υἱεῖ,
θῆκεν ἐπευξάμενος , τὰς δ᾽ ἄλλας νεῖμεν ἑκάστῳ:
νώτοισιν δ᾽ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν
ἀργιόδοντος ὑός , κύδαινε δὲ θυμὸν ἄνακτος:
καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς:
440
αἴθ᾽ οὕτως , Εὔμαιε , φίλος Διὶ πατρὶ γένοιο
ὡς ἐμοί , ὅττι τε τοῖον ἐόντ᾽ ἀγαθοῖσι γεραίρεις.”
τὸν δ᾽ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα:
ἔσθιε , δαιμόνιε ξείνων , καὶ τέρπεο τοῖσδε,
οἷα πάρεστι : θεὸς δὲ τὸ μὲν δώσει , τὸ δ᾽ ἐάσει,
445
ὅττι κεν θυμῷ ἐθέλῃ : δύναται γὰρ ἅπαντα.”
ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι,
σπείσας δ᾽ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ
ἐν χείρεσσιν ἔθηκεν : δ᾽ ἕζετο παρὰ μοίρῃ.
σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος , ὅν ῥα συβώτης
450
αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος,