Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀφραδίῃς , ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης,
ἀλλ᾽ ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν.
ἀλλ᾽ ὅτε δὴ τρίχα νυκτὸς ἔην , μετὰ δ᾽ ἄστρα βεβήκει,
καὶ τότ᾽ ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόντα
485
ἀγκῶνι νύξας : δ᾽ ἄρ᾽ ἐμμαπέως ὑπάκουσε:
διογενὲς Λαερτιάδη , πολυμήχαν᾽ Ὀδυσσεῦ,
οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι , ἀλλά με χεῖμα
δάμναται : οὐ γὰρ ἔχω χλαῖναν : παρά μ᾽ ἤπαφε δαίμων
οἰοχίτων᾽ ἔμεναι : νῦν δ᾽ οὐκέτι φυκτὰ πέλονται.”
490
ὣς ἐφάμην , δ᾽ ἔπειτα νόον σχέθε τόνδ᾽ ἐνὶ θυμῷ,
οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι:
φθεγξάμενος δ᾽ ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε:
σίγα νῦν , μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ.”
καὶ ἐπ᾽ ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον:
495
κλῦτε , φίλοι : θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.
λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν : ἀλλά τις εἴη
εἰπεῖν Ἀτρεΐδῃ Ἀγαμέμνονι , ποιμένι λαῶν,
εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι.’
ὣς ἔφατ᾽ , ὦρτο δ᾽ ἔπειτα Θόας , Ἀνδραίμονος υἱός,
500
καρπαλίμως , ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν,
βῆ δὲ θέειν ἐπὶ νῆας : ἐγὼ δ᾽ ἐνὶ εἵματι κείνου
κείμην ἀσπασίως , φάε δὲ χρυσόθρονος Ἠώς.
ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη:
δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν,
505
ἀμφότερον , φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος:
νῦν δέ μ᾽ ἀτιμάζουσι κακὰ χροῒ εἵματ᾽ ἔχοντα.”
τὸν δ᾽ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα:
γέρον , αἶνος μέν τοι ἀμύμων , ὃν κατέλεξας,
οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες:
510
τῷ οὔτ᾽ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,