Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὧν ἐπέοιχ᾽ ἱκέτην ταλαπείριον ἀντιάσαντα,
νῦν : ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.
οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες
ἐνθάδε ἕννυσθαι , μία δ᾽ οἴη φωτὶ ἑκάστῳ.
515
αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,
αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει,
πέμψει δ᾽ ὅππῃ σε κραδίη θυμός τε κελεύει.”
ὣς εἰπὼν ἀνόρουσε , τίθει δ᾽ ἄρα οἱ πυρὸς ἐγγὺς
εὐνήν , ἐν δ᾽ ὀΐων τε καὶ αἰγῶν δέρματ᾽ ἔβαλλεν.
520
ἔνθ᾽ Ὀδυσεὺς κατέλεκτ᾽ : ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ
πυκνὴν καὶ μεγάλην , οἱ παρεκέσκετ᾽ ἀμοιβάς,
ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο.
ὣς μὲν ἔνθ᾽ Ὀδυσεὺς κοιμήσατο , τοὶ δὲ παρ᾽ αὐτὸν
ἄνδρες κοιμήσαντο νεηνίαι : οὐδὲ συβώτῃ
525
ἥνδανεν αὐτόθι κοῖτος , ὑῶν ἄπο κοιμηθῆναι,
ἀλλ᾽ γ᾽ ἄρ᾽ ἔξω ἰὼν ὡπλίζετο : χαῖρε δ᾽ Ὀδυσσεύς,
ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος.
πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς βάλετ᾽ ὤμοις,
ἀμφὶ δὲ χλαῖναν ἑέσσατ᾽ ἀλεξάνεμον , μάλα πυκνήν,
530
ἂν δὲ νάκην ἕλετ᾽ αἰγὸς ἐϋτρεφέος μεγάλοιο,
εἵλετο δ᾽ ὀξὺν ἄκοντα , κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.
βῆ δ᾽ ἴμεναι κείων ὅθι περ σύες ἀργιόδοντες
πέτρῃ ὕπο γλαφυρῇ εὗδον , Βορέω ὑπ᾽ ἰωγῇ.