Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οἱ νέοι . γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν,
ὅς κεν ἔμ᾽ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν,
οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα,
οἷά τε οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν,
65
ὅς οἱ πολλὰ κάμῃσι , θεὸς δ᾽ ἐπὶ ἔργον ἀέξῃ,
ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται , ἐπιμίμνω.
τῷ κέ με πόλλ᾽ ὤνησεν ἄναξ , εἰ αὐτόθ᾽ ἐγήρα:
ἀλλ᾽ ὄλεθ᾽ὡς ὤφελλ᾽ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι
πρόχνυ , ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ᾽ ἔλυσε:
70
καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς
Ἴλιον εἰς εὔπωλον , ἵνα Τρώεσσι μάχοιτο.”
ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα,
βῆ δ᾽ ἴμεν ἐς συφεούς , ὅθι ἔθνεα ἔρχατο χοίρων.
ἔνθεν ἑλὼν δύ᾽ ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν,
75
εὗσέ τε μίστυλλέν τε καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειρεν.
ὀπτήσας δ᾽ ἄρα πάντα φέρων παρέθηκ᾽ Ὀδυσῆϊ
θέρμ᾽ αὐτοῖς ὀβελοῖσιν : δ᾽ ἄλφιτα λευκὰ πάλυνεν:
ἐν δ᾽ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον,
αὐτὸς δ᾽ ἀντίον ἷζεν , ἐποτρύνων δὲ προσηύδα:
80
ἔσθιε νῦν , ξεῖνε , τά τε δμώεσσι πάρεστι,
χοίρε᾽ : ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,
οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδ᾽ ἐλεητύν.
οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,
ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργ᾽ ἀνθρώπων.
85
καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι , οἵ τ᾽ ἐπὶ γαίης
ἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ,
πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι,
καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.
οἵδε δὲ καί τι ἴσασι , θεοῦ δέ τιν᾽ ἔκλυον αὐδήν,
90
κείνου λυγρὸν ὄλεθρον , ὅτ᾽ οὐκ ἐθέλουσι δικαίως