Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
15
δ᾽ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη
ᾤχετ᾽ , Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν
νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.
εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν
5
εὕδοντ᾽ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο,
τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ:
Τηλέμαχον δ᾽ οὐχ ὕπνος ἔχε γλυκύς , ἀλλ᾽ ἐνὶ θυμῷ
νύκτα δι᾽ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.
ἀγχοῦ δ᾽ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη:
10
Τηλέμαχ᾽ , οὐκέτι καλὰ δόμων ἄπο τῆλ᾽ ἀλάλησαι,
κτήματά τε προλιπὼν ἄνδρας τ᾽ ἐν σοῖσι δόμοισιν
οὕτω ὑπερφιάλους : μή τοι κατὰ πάντα φάγωσι
κτήματα δασσάμενοι , σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.
ἀλλ᾽ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον
15
πεμπέμεν , ὄφρ᾽ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς.
ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται
Εὐρυμάχῳ γήμασθαι : γὰρ περιβάλλει ἅπαντας
μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα:
μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται.
20
οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός:
κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ,
παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο
οὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ.
ἀλλὰ σύ γ᾽ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα
25
δμῳάων τίς τοι ἀρίστη φαίνεται εἶναι,
εἰς κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.
ἄλλο δέ τοί τι ἔπος ἐρέω , σὺ δὲ σύνθεο θυμῷ.
μνηστήρων σ᾽ ἐπιτηδὲς ἀριστῆες λοχόωσιν
ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης.
30
ἱέμενοι κτεῖναι , πρὶν πατρίδα γαῖαν ἱκέσθαι.