Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἥρως Ἀτρεΐδης : δ᾽ ἄρα κρητῆρα φαεινὸν
θῆκ᾽ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης,
ἀργύρεον : Ἑλένη δὲ παρίστατο καλλιπάρῃος
πέπλον ἔχουσ᾽ ἐν χερσίν , ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
125
δῶρόν τοι καὶ ἐγώ , τέκνον φίλε , τοῦτο δίδωμι,
μνῆμ᾽ Ἑλένης χειρῶν , πολυηράτου ἐς γάμου ὥρην,
σῇ ἀλόχῳ φορέειν : τῆος δὲ φίλῃ παρὰ μητρὶ
κείσθω ἐνὶ μεγάρῳ . σὺ δέ μοι χαίρων ἀφίκοιο
οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.”
130
ὣς εἰποῦσ᾽ ἐν χερσὶ τίθει , δ᾽ ἐδέξατο χαίρων.
καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως
δεξάμενος , καὶ πάντα ἑῷ θηήσατο θυμῷ:
τοὺς δ᾽ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος.
ἑζέσθην δ᾽ ἄρ᾽ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε.
135
χέρνιβα δ᾽ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
καλῇ χρυσείῃ , ὑπὲρ ἀργυρέοιο λέβητος,
νίψασθαι : παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα:
εἴδατα πόλλ᾽ ἐπιθεῖσα , χαριζομένη παρεόντων:
140
πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας:
οἰνοχόει δ᾽ υἱὸς Μενελάου κυδαλίμοιο.
οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς
145
ἵππους τε ζεύγνυντ᾽ ἀνά θ᾽ ἅρματα ποικίλ᾽ ἔβαινον,
ἐκ δ᾽ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.
τοὺς δὲ μετ᾽ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος,
οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι,
ἐν δέπαϊ χρυσέῳ , ὄφρα λείψαντε κιοίτην.
150
στῆ δ᾽ ἵππων προπάροιθε , δεδισκόμενος δὲ προσηύδα: