Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην.”
καὶ ἐφ᾽ ἵπποιϊν μάστιν βάλεν : οἱ δὲ μάλ᾽ ὦκα
ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.
οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
185
δύσετό τ᾽ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί:
ἐς Φηρὰς δ᾽ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
υἱέος Ὀρτιλόχοιο , τὸν Ἀλφειὸς τέκε παῖδα.
ἔνθα δὲ νύκτ᾽ ἄεσαν δὲ τοῖς πὰρ ξείνια θῆκεν.
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
190
ἵππους τε ζεύγνυντ᾽ ἀνά θ᾽ ἅρματα ποικίλ᾽ ἔβαινον,
ἐκ δ᾽ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου:
μάστιξεν δ᾽ ἐλάαν , τὼ δ᾽ οὐκ ἄκοντε πετέσθην.
αἶψα δ᾽ ἔπειθ᾽ ἵκοντο Πύλου αἰπὺ πτολίεθρον:
καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν:
195
Νεστορίδη , πῶς κέν μοι ὑποσχόμενος τελέσειας
μῦθον ἐμόν ; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθ᾽ εἶναι
ἐκ πατέρων φιλότητος , ἀτὰρ καὶ ὁμήλικές εἰμεν:
ἥδε δ᾽ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει.
μή με παρὲξ ἄγε νῆα , διοτρεφές , ἀλλὰ λίπ᾽ αὐτοῦ,
200
μή μ᾽ γέρων ἀέκοντα κατάσχῃ ἐνὶ οἴκῳ
ἱέμενος φιλέειν : ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.”
ὣς φάτο , Νεστορίδης δ᾽ ἄρ᾽ ἑῷ συμφράσσατο θυμῷ,
ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν.
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι:
205
στρέψ᾽ ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης,
νηῒ δ᾽ ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα,
ἐσθῆτα χρυσόν τε , τά οἱ Μενέλαος ἔδωκε:
καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα:
σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας ἑταίρους,
210
πρὶν ἐμὲ οἴκαδ᾽ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι.