Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν:
οἷος κείνου θυμὸς ὑπέρβιος , οὔ σε μεθήσει,
ἀλλ᾽ αὐτὸς καλέων δεῦρ᾽ εἴσεται , οὐδέ φημι
ἂψ ἰέναι κενεόν : μάλα γὰρ κεχολώσεται ἔμπης.”
215
ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους
ἂψ Πυλίων εἰς ἄστυ , θοῶς δ᾽ ἄρα δώμαθ᾽ ἵκανε.
Τηλέμαχος δ᾽ ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν:
ἐγκοσμεῖτε τὰ τεύχε᾽ , ἑταῖροι , νηῒ μελαίνῃ,
αὐτοί τ᾽ ἀμβαίνωμεν , ἵνα πρήσσωμεν ὁδοῖο.”
220
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο,
αἶψα δ᾽ ἄρ᾽ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.
τοι μὲν τὰ πονεῖτο καὶ εὔχετο , θῦε δ᾽ Ἀθήνῃ
νηῒ πάρα πρυμνῇ : σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ
τηλεδαπός , φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς,
225
μάντις : ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν,
ὃς πρὶν μέν ποτ᾽ ἔναιε Πύλῳ ἔνι , μητέρι μήλων,
ἀφνειὸς Πυλίοισι μέγ᾽ ἔξοχα δώματα ναίων:
δὴ τότε γ᾽ ἄλλων δῆμον ἀφίκετο , πατρίδα φεύγων
Νηλέα τε μεγάθυμον , ἀγαυότατον ζωόντων,
230
ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν
εἶχε βίῃ . δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιο
δεσμῷ ἐν ἀργαλέῳ δέδετο , κρατέρ᾽ ἄλγεα πάσχων
εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης,
τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς.
235
ἀλλ᾽ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους
ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς
ἀντίθεον Νηλῆα , κασιγνήτῳ δὲ γυναῖκα
ἠγάγετο πρὸς δώμαθ᾽ . δ᾽ ἄλλων ἵκετο δῆμον,
Ἄργος ἐς ἱππόβοτον : τόθι γάρ νύ οἱ αἴσιμον ἦεν
240
ναιέμεναι πολλοῖσιν ἀνάσσοντ᾽ Ἀργείοισιν