Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τὼ δ᾽ αὖτ᾽ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
δορπείτην : παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
τοῖς δ᾽ Ὀδυσεὺς μετέειπε , συβώτεω πειρητίζων,
305
μιν ἔτ᾽ ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοι
αὐτοῦ ἐνὶ σταθμῷ , ὀτρύνειε πόλινδε:
κέκλυθι νῦν , Εὔμαιε , καὶ ἄλλοι πάντες ἑταῖροι:
ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι
πτωχεύσων , ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.
310
ἀλλά μοι εὖ θ᾽ ὑπόθευ καὶ ἅμ᾽ ἡγεμόν᾽ ἐσθλὸν ὄπασσον
ὅς κέ με κεῖσ᾽ ἀγάγῃ : κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ
πλάγξομαι , αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.
καί κ᾽ ἐλθὼν πρὸς δώματ᾽ Ὀδυσσῆος θείοιο
ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ,
315
καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην,
εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρί᾽ ἔχοντες.
αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσ᾽ ἐθέλοιεν.
ἐκ γάρ τοι ἐρέω , σὺ δὲ σύνθεο καί μευ ἄκουσον:
Ἑρμείαο ἕκητι διακτόρου , ὅς ῥά τε πάντων
320
ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,
δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,
πῦρ τ᾽ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,
δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,
οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.”
325
τὸν δὲ μέγ᾽ ὀχθήσας προσέφης , Εὔμαιε συβῶτα:
μοι , ξεῖνε , τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα
ἔπλετο ; σύ γε πάγχυ λιλαίεαι αὐτόθ᾽ ὀλέσθαι.
εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,
τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
330
οὔ τοι τοιοίδ᾽ εἰσὶν ὑποδρηστῆρες ἐκείνων,