Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀλλὰ τά γ᾽ οὐκ ὀΐω : πρὶν καί τινα γαῖα καθέξει
ἀνδρῶν μνηστήρων , οἵ τοι βίοτον κατέδουσιν.
ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα,
νυκτὶ δ᾽ ὁμῶς πλείειν : πέμψει δέ τοι οὖρον ὄπισθεν
35
ἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε.
αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι,
νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους,
αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
ὅς τοι ὑῶν ἐπίουρος , ὁμῶς δέ τοι ἤπια οἶδεν.
40
ἔνθα δὲ νύκτ᾽ ἀέσαι : τὸν δ᾽ ὀτρῦναι πόλιν εἴσω
ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,
οὕνεκά οἱ σῶς ἐσσὶ καὶ ἐκ Πύλου εἰλήλουθας.”
μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,
αὐτὰρ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρεν
45
λὰξ ποδὶ κινήσας , καί μιν πρὸς μῦθον ἔειπεν:
ἔγρεο , Νεστορίδη Πεισίστρατε , μώνυχας ἵππους
ζεῦξον ὑφ᾽ ἅρματ᾽ ἄγων , ὄφρα πρήσσωμεν ὁδοῖο.”
τὸν δ᾽ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα:
Τηλέμαχ᾽ , οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο
50
νύκτα διὰ δνοφερὴν ἐλάαν : τάχα δ᾽ ἔσσεται ἠώς.
ἀλλὰ μέν᾽ εἰς κε δῶρα φέρων ἐπιδίφρια θήῃ
ἥρως Ἀτρείδης , δουρικλειτὸς Μενέλαος,
καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ.
τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα
55
ἀνδρὸς ξεινοδόκου , ὅς κεν φιλότητα παράσχῃ.”
ὣς ἔφατ᾽ , αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
ἀγχίμολον δέ σφ᾽ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος,
ἀνστὰς ἐξ εὐνῆς , Ἑλένης πάρα καλλικόμοιο.
τὸν δ᾽ ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός,
60
σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα