Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀλλὰ νέοι , χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,
αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,
οἵ σφιν ὑποδρώωσιν : ἐΰξεστοι δὲ τράπεζαι
σίτου καὶ κρειῶν ἠδ᾽ οἴνου βεβρίθασιν.
335
ἀλλὰ μέν᾽ : οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι,
οὔτ᾽ ἐγὼ οὔτε τις ἄλλος ἑταίρων , οἵ μοι ἔασιν.
αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,
κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει,
πέμψει δ᾽ ὅππη σε κραδίη θυμός τε κελεύει.”
340
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς:
αἴθ᾽ οὕτως , Εὔμαιε , φίλος Διὶ πατρὶ γένοιο
ὡς ἐμοί , ὅττι μ᾽ ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς.
πλαγκτοσύνης δ᾽ οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν:
ἀλλ᾽ ἕνεκ᾽ οὐλομένης γαστρὸς κακὰ κήδε᾽ ἔχουσιν
345
ἀνέρες , ὅν τιν᾽ ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.
νῦν δ᾽ ἐπεὶ ἰσχανάᾳς μεῖναι τέ με κεῖνον ἄνωγας,
εἴπ᾽ ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο
πατρός θ᾽ , ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ,
που ἔτι ζώουσιν ὑπ᾽ αὐγὰς ἠελίοιο,
350
ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισι.”
τὸν δ᾽ αὖτε προσέειπε συβώτης , ὄρχαμος ἀνδρὼν:
τοιγὰρ ἐγώ τοι , ξεῖνε , μάλ᾽ ἀτρεκέως ἀγορεύσω.
Λαέρτης μὲν ἔτι ζώει , Διὶ δ᾽ εὔχεται αἰεὶ
θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν:
355
ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο
κουριδίης τ᾽ ἀλόχοιο δαΐφρονος , μάλιστα
ἤκαχ᾽ ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν.
δ᾽ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο,
λευγαλέῳ θανάτῳ , ὡς μὴ θάνοι ὅς τις ἐμοί γε
360
ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι.