Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὄφρα μὲν οὖν δὴ κείνη ἔην , ἀχέουσά περ ἔμπης,
τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι,
οὕνεκά μ᾽ αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ,
θυγατέρ᾽ ἰφθίμῃ , τὴν ὁπλοτάτην τέκε παίδων:
365
τῇ ὁμοῦ ἐτρεφόμην , ὀλίγον δέ τί μ᾽ ἧσσον ἐτίμα.
αὐτὰρ ἐπεί ῥ᾽ ἥβην πολυήρατον ἱκόμεθ᾽ ἄμφω,
τὴν μὲν ἔπειτα Σάμηνδ᾽ ἔδοσαν καὶ μυρί᾽ ἕλοντο,
αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματ᾽ ἐκείνη
καλὰ μάλ᾽ ἀμφιέσασα , ποσὶν δ᾽ ὑποδήματα δοῦσα
370
ἀγρόνδε προΐαλλε : φίλει δέ με κηρόθι μᾶλλον.
νῦν δ᾽ ἤδη τούτων ἐπιδεύομαι : ἀλλά μοι αὐτῷ
ἔργον ἀέξουσιν μάκαρες θεοὶ ἐπιμίμνω:
τῶν ἔφαγόν τ᾽ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα.
ἐκ δ᾽ ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι
375
οὔτ᾽ ἔπος οὔτε τι ἔργον , ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ,
ἄνδρες ὑπερφίαλοι : μέγα δὲ δμῶες χατέουσιν
ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι
καὶ φαγέμεν πιέμεν τε , ἔπειτα δὲ καί τι φέρεσθαι
ἀγρόνδ᾽ , οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει.”
380
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
πόποι , ὡς ἄρα τυτθὸς ἐών , Εὔμαιε συβῶτα,
πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων.
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,
385
ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,
σέ γε μουνωθέντα παρ᾽ οἴεσιν παρὰ βουσὶν
ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδ᾽ ἐπέρασσαν
τοῦδ᾽ ἀνδρὸς πρὸς δώμαθ᾽ , δ᾽ ἄξιον ὦνον ἔδωκε.”
τὸν δ᾽ αὖτε προσέειπε συβώτης , ὄρχαμος ἀνδρῶν:
390
ξεῖν᾽ , ἐπεὶ ἂρ δὴ ταῦτά μ᾽ ἀνείρεαι ἠδὲ μεταλλᾷς,