Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἔκβαλον : αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ:
τοὺς δ᾽ Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ,
ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν.
οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι.”
485
τὸν δ᾽ αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ:
Εὔμαι᾽ , μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας
ταῦτα ἕκαστα λέγων , ὅσα δὴ πάθες ἄλγεα θυμῷ.
ἀλλ᾽ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε
Ζεύς , ἐπεὶ ἀνδρὸς δώματ᾽ ἀφίκεο πολλὰ μογήσας
490
ἠπίου , ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε
ἐνδυκέως , ζώεις δ᾽ ἀγαθὸν βίον : αὐτὰρ ἐγώ γε
πολλὰ βροτῶν ἐπὶ ἄστε᾽ ἀλώμενος ἐνθάδ᾽ ἱκάνω.”
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
καδδραθέτην δ᾽ οὐ πολλὸν ἐπὶ χρόνον , ἀλλὰ μίνυνθα:
495
αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος . οἱ δ᾽ ἐπὶ χέρσου
Τηλεμάχου ἕταροι λύον ἱστία , κὰδ δ᾽ ἕλον ἱστὸν
καρπαλίμως , τὴν δ᾽ εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς:
ἐκ δ᾽ εὐνὰς ἔβαλον , κατὰ δὲ πρυμνήσι᾽ ἔδησαν:
ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,
500
δεῖπνόν τ᾽ ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων:
ὑμεῖς μὲν νῦν ἄστυδ᾽ ἐλαύνετε νῆα μέλαιναν,
αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας:
505
ἑσπέριος δ᾽ εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι.
ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην,
δαῖτ᾽ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο.”
τὸν δ᾽ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής:
πῆ γὰρ ἐγώ , φίλε τέκνον , ἴω ; τεῦ δώμαθ᾽ ἵκωμαι
510
ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν;