Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο;”
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
ἄλλως μέν σ᾽ ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην
ἔρχεσθ᾽ : οὐ γάρ τι ξενίων ποθή : ἀλλὰ σοὶ αὐτῷ
515
χεῖρον , ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι , οὐδέ σε μήτηρ
ὄψεται : οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσ᾽ ἐνὶ οἴκῳ
φαίνεται , ἀλλ᾽ ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει.
ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο,
Εὐρύμαχον , Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν,
520
τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι:
καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα
μητέρ᾽ ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν.
ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος , αἰθέρι ναίων,
εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ.”
525
ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
κίρκος , Ἀπόλλωνος ταχὺς ἄγγελος : ἐν δὲ πόδεσσι
τίλλε πέλειαν ἔχων , κατὰ δὲ πτερὰ χεῦεν ἔραζε
μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο.
τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας
530
ἔν τ᾽ ἄρα οἱ φῦ χειρὶ ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
Τηλέμαχ᾽ , οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις
ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα.
ὑμετέρου δ᾽ οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο
ἐν δήμῳ Ἰθάκης , ἀλλ᾽ ὑμεῖς καρτεροὶ αἰεί.”
535
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
αἲ γὰρ τοῦτο , ξεῖνε , ἔπος τετελεσμένον εἴη:
τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
ἐξ ἐμεῦ , ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.”
καὶ Πείραιον προσεφώνεε , πιστὸν ἑταῖρον:
540
Πείραιε Κλυτίδη , σὺ δέ μοι τά περ ἄλλα μάλιστα