Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
δῦνεν , καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετ᾽ ὤμοις
ἥρως , βῆ δὲ θύραζε , παριστάμενος δὲ προσηύδα
Τηλέμαχος , φίλος υἱὸς Ὀδυσσῆος θείοιο:
Ἀτρεΐδη Μενέλαε διοτρεφές , ὄρχαμε λαῶν,
65
ἤδη νῦν μ᾽ ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν:
ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδ᾽ ἱκέσθαι.”
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος:
Τηλέμαχ᾽ , οὔ τί σ᾽ ἐγώ γε πολὺν χρόνον ἐνθάδ᾽ ἐρύξω
ἱέμενον νόστοιο : νεμεσσῶμαι δὲ καὶ ἄλλῳ
70
ἀνδρὶ ξεινοδόκῳ , ὅς κ᾽ ἔξοχα μὲν φιλέῃσιν,
ἔξοχα δ᾽ ἐχθαίρῃσιν : ἀμείνω δ᾽ αἴσιμα πάντα.
ἶσόν τοι κακόν ἐσθ᾽ , ὅς τ᾽ οὐκ ἐθέλοντα νέεσθαι
ξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει.
χρὴ ξεῖνον παρεόντα φιλεῖν , ἐθέλοντα δὲ πέμπειν.
75
ἀλλὰ μέν᾽ εἰς κε δῶρα φέρων ἐπιδίφρια θείω
καλά , σὺ δ᾽ ὀφθαλμοῖσιν ἴδῃς , εἴπω δὲ γυναιξὶ
δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
ἀμφότερον , κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ,
δειπνήσαντας ἴμεν πολλὴν ἐπ᾽ ἀπείρονα γαῖαν.
80
εἰ δ᾽ ἐθέλεις τραφθῆναι ἀν᾽ Ἑλλάδα καὶ μέσον Ἄργος,
ὄφρα τοι αὐτὸς ἕπωμαι , ὑποζεύξω δέ τοι ἵππους,
ἄστεα δ᾽ ἀνθρώπων ἡγήσομαι : οὐδέ τις ἡμέας
αὔτως ἀππέμψει , δώσει δέ τι ἕν γε φέρεσθαι,
ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων,
85
ἠὲ δύ᾽ ἡμιόνους ἠὲ χρύσειον ἄλεισον.”
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
Ἀτρεΐδη Μενέλαε διοτρεφές , ὄρχαμε λαῶν,
βούλομαι ἤδη νεῖσθαι ἐφ᾽ ἡμέτερ᾽ : οὐ γὰρ ὄπισθεν
οὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσιν:
90
μὴ πατέρ᾽ ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι,