Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται.”
αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος,
αὐτίκ᾽ ἄρ᾽ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε
δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
95
ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς,
ἀνστὰς ἐξ εὐνῆς , ἐπεὶ οὐ πολὺ ναῖεν ἀπ᾽ αὐτοῦ:
τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος
ὀπτῆσαί τε κρεῶν : δ᾽ ἄρ᾽ οὐκ ἀπίθησεν ἀκούσας.
αὐτὸς δ᾽ ἐς θάλαμον κατεβήσετο κηώεντα,
100
οὐκ οἶος , ἅμα τῷ γ᾽ Ἑλένη κίε καὶ Μεγαπένθης.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἵκανον ὅθι κειμήλια κεῖτο,
Ἀτρεΐδης μὲν ἔπειτα δέπας λάβεν ἀμφικύπελλον,
υἱὸν δὲ κρητῆρα φέρειν Μεγαπένθε᾽ ἄνωγεν
ἀργύρεον : Ἑλένη δὲ παρίστατο φωριαμοῖσιν,
105
ἔνθ᾽ ἔσαν οἱ πέπλοι παμποίκιλοι , οὓς κάμεν αὐτή.
τῶν ἕν᾽ ἀειραμένη Ἑλένη φέρε , δῖα γυναικῶν,
ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,
ἀστὴρ δ᾽ ὣς ἀπέλαμπεν : ἔκειτο δὲ νείατος ἄλλων.
βὰν δ᾽ ἰέναι προτέρω διὰ δώματος , ἧος ἵκοντο
110
Τηλέμαχον : τὸν δὲ προσέφη ξανθὸς Μενέλαος:
Τηλέμαχ᾽ , τοι νόστον , ὅπως φρεσὶ σῇσι μενοινᾷς,
ὥς τοι Ζεὺς τελέσειεν , ἐρίγδουπος πόσις Ἥρης.
δώρων δ᾽ , ὅσσ᾽ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
δώσω κάλλιστον καὶ τιμηέστατόν ἐστι.
115
δώσω τοι κρητῆρα τετυγμένον : ἀργύρεος δὲ
ἐστὶν ἅπας , χρυσῷ δ᾽ ἐπὶ χείλεα κεκράανται,
ἔργον δ᾽ Ἡφαίστοιο : πόρεν δέ Φαίδιμος ἥρως,
Σιδονίων βασιλεύς , ὅθ᾽ ἑὸς δόμος ἀμφεκάλυψε
κεῖσέ με νοστήσαντα : τεῒν δ᾽ ἐθέλω τόδ᾽ ὀπάσσαι.”
120
ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον