Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἄλλα δὲ εἵματ᾽ ἔχεις , καί τοι χρὼς οὐκέθ᾽ ὁμοῖος.
μάλα τις θεός ἐσσι , τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν:
ἀλλ᾽ ἵληθ᾽ , ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ
185
ἠδὲ χρύσεα δῶρα , τετυγμένα : φείδεο δ᾽ ἡμέων
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς:
οὔ τίς τοι θεός εἰμι : τί μ᾽ ἀθανάτοισιν ἐΐσκεις;
ἀλλὰ πατὴρ τεός εἰμι , τοῦ εἵνεκα σὺ στεναχίζων
πάσχεις ἄλγεα πολλά , βίας ὑποδέγμενος ἀνδρῶν.”
190
ὣς ἄρα φωνήσας υἱὸν κύσε , κὰδ δὲ παρειῶν
δάκρυον ἧκε χαμᾶζε : πάρος δ᾽ ἔχε νωλεμὲς αἰεί.
Τηλέμαχος δ᾽ , οὐ γάρ πω ἐπείθετο ὃν πατέρ᾽ εἶναι,
ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν:
οὐ σύ γ᾽ Ὀδυσσεύς ἐσσι , πατὴρ ἐμός , ἀλλά με δαίμων
195
θέλγει , ὄφρ᾽ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.
οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο
αὐτοῦ γε νόῳ , ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα.
γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο:
200
νῦν δὲ θεοῖσιν ἔοικας , οἳ οὐρανὸν εὐρὺν ἔχουσι.”
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
Τηλέμαχ᾽ , οὔ σε ἔοικε φίλον πατέρ ἔνδον ἐόντα
οὔτε τι θαυμάζειν περιώσιον οὔτ᾽ ἀγάασθαι:
οὐ μὲν γάρ τοι ἔτ᾽ ἄλλος ἐλεύσεται ἐνθάδ᾽ Ὀδυσσεύς,
205
ἀλλ᾽ ὅδ᾽ ἐγὼ τοιόσδε , παθὼν κακά , πολλὰ δ᾽ ἀληθείς,
ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης,
τέ με τοῖον ἔθηκεν , ὅπως ἐθέλει , δύναται γὰρ,
ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον , ἄλλοτε δ᾽ αὖτε
210
ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματ᾽ ἔχοντι.
ῥηΐδιον δὲ θεοῖσι , τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,