Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.”
ὣς ἄρα φωνήσας κατ᾽ ἄρ᾽ ἕζετο , Τηλέμαχος δὲ
ἀμφιχυθεὶς πατέρ᾽ ἐσθλὸν ὀδύρετο , δάκρυα λείβων,
215
ἀμφοτέροισι δὲ τοῖσιν ὑφ᾽ ἵμερος ὦρτο γόοιο:
κλαῖον δὲ λιγέως , ἀδινώτερον τ᾽ οἰωνοί,
φῆναι αἰγυπιοὶ γαμψώνυχες , οἷσί τε τέκνα
ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι:
ὣς ἄρα τοί γ᾽ ἐλεεινὸν ὑπ᾽ ὀφρύσι δάκρυον εἶβον.
220
καί νύ κ᾽ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρ᾽ αἶψα:
ποίῃ γὰρ νῦν δεῦρο , πάτερ φίλε , νηΐ σε ναῦται
ἤγαγον εἰς Ἰθάκην ; τίνες ἔμμεναι εὐχετόωντο;
οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδ᾽ ἱκέσθαι.”
225
τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς:
τοιγὰρ ἐγώ τοι , τέκνον , ἀληθείην καταλέξω.
Φαίηκές μ᾽ ἄγαγον ναυσίκλυτοι , οἵ τε καὶ ἄλλους
ἀνθρώπους πέμπουσιν , ὅτις σφέας εἰσαφίκηται:
καί μ᾽ εὕδοντ᾽ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
230
κάτθεσαν εἰς Ἰθάκην , ἔπορον δέ μοι ἀγλαὰ δῶρα,
χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θ᾽ ὑφαντήν.
καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται:
νῦν αὖ δεῦρ᾽ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης,
ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.
235
ἀλλ᾽ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,
ὄφρ᾽ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί:
καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας
φράσσομαι , κεν νῶϊ δυνησόμεθ᾽ ἀντιφέρεσθαι
μούνω ἄνευθ᾽ ἄλλων , καὶ διζησόμεθ᾽ ἄλλους.”
240
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
πάτερ , τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,