Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
χεῖράς τ᾽ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν:
ἀλλὰ λίην μέγα εἶπες : ἄγη μ᾽ ἔχει : οὐδέ κεν εἴη
ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι.
245
μνηστήρων δ᾽ οὔτ᾽ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύ᾽ οἶαι,
ἀλλὰ πολὺ πλέονες : τάχα δ᾽ εἴσεαι ἐνθάδ᾽ ἀριθμόν.
ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα
κοῦροι κεκριμένοι , ἓξ δὲ δρηστῆρες ἕπονται:
ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν,
250
ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν,
ἐκ δ᾽ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι,
καί σφιν ἅμ᾽ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς
καὶ δοιὼ θεράποντε , δαήμονε δαιτροσυνάων.
τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,
255
μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών.
ἀλλὰ σύ γ᾽ , εἰ δύνασαί τιν᾽ ἀμύντορα μερμηρίξαι,
φράζευ , κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.”
τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς:
τοιγὰρ ἐγὼν ἐρέω , σὺ δὲ σύνθεο καί μευ ἄκουσον:
260
καὶ φράσαι κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ
ἀρκέσει , ἦέ τιν᾽ ἄλλον ἀμύντορα μερμηρίξω.”
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
ἐσθλώ τοι τούτω γ᾽ ἐπαμύντορε , τοὺς ἀγορεύεις,
ὕψι περ ἐν νεφέεσσι καθημένω : τε καὶ ἄλλοις
265
ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.”
τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς:
οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον
φυλόπιδος κρατερῆς , ὁπότε μνηστῆρσι καὶ ἡμῖν
ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος.
270
ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμ᾽ ἠοῖ φαινομένηφιν
οἴκαδε , καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει: