Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἔσσεται οὕτως , ἄττα : σέθεν δ᾽ ἕνεκ᾽ ἐνθάδ᾽ ἱκάνω,
ὄφρα σέ τ᾽ ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω,
μοι ἔτ᾽ ἐν μεγάροις μήτηρ μένει , ἦέ τις ἤδη
ἀνδρῶν ἄλλος ἔγημεν , Ὀδυσσῆος δέ που εὐνὴ
35
χήτει ἐνευναίων κάκ᾽ ἀράχνια κεῖται ἔχουσα.”
τὸν δ᾽ αὖτε προσέειπε συβώτης , ὄρχαμος ἀνδρῶν:
καὶ λίην κείνη γε μένει τετληότι θυμῷ
σοῖσιν ἐνὶ μεγάροισιν : ὀϊζυραὶ δέ οἱ αἰεὶ
φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.”
40
ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος:
αὐτὰρ γ᾽ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
τῷ δ᾽ ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς:
Τηλέμαχος δ᾽ ἑτέρωθεν ἐρήτυε φώνησέν τε:
ἧσ᾽ , ξεῖν᾽ : ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην
45
σταθμῷ ἐν ἡμετέρῳ : πάρα δ᾽ ἀνὴρ ὃς καταθήσει.”
ὣς φάθ᾽ , δ᾽ αὖτις ἰὼν κατ᾽ ἄρ᾽ ἕζετο : τῷ δὲ συβώτης.
χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν:
ἔνθα καθέζετ᾽ ἔπειτα Ὀδυσσῆος φίλος υἱός.
τοῖσιν δ᾽ αὖ κρειῶν πίνακας παρέθηκε συβώτης
50
ὀπταλέων , ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες,
σῖτον δ᾽ ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν,
ἐν δ᾽ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον:
αὐτὸς δ᾽ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο.
οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
55
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν:
ἄττα , πόθεν τοι ξεῖνος ὅδ᾽ ἵκετο ; πῶς δέ ναῦται
ἤγαγον εἰς Ἰθάκην ; τίνες ἔμμεναι εὐχετόωντο;
οὐ μὲν γάρ τί πεζὸν ὀΐομαι ἐνθάδ᾽ ἱκέσθαι.”
60
τὸν δ᾽ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα: