Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι
τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς
τῆς αὐτῆς ἕνεκ᾽ ἀγγελίης , ἐρέοντε γυναικί.
335
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἵκοντο δόμον θείου βασιλῆος,
κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν:
ἤδη τοι , βασίλεια , φίλος πάϊς εἰλήλουθε.”
Πηνελοπείῃ δ᾽ εἶπε συβώτης ἄγχι παραστὰς
πάνθ᾽ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι.
340
αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε,
βῆ ῥ᾽ ἴμεναι μεθ᾽ ὕας , λίπε δ᾽ ἕρκεά τε μέγαρόν τε.
μνηστῆρες δ᾽ ἀκάχοντο κατήφησάν τ᾽ ἐνὶ θυμῷ,
ἐκ δ᾽ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.
345
τοῖσιν δ᾽ Εὐρύμαχος , Πολύβου πάϊς , ἦρχ᾽ ἀγορεύειν:
φίλοι , μέγα ἔργον ὑπερφιάλως τετέλεσται
Τηλεμάχῳ ὁδὸς ἥδε : φάμεν δέ οἱ οὐ τελέεσθαι.
ἀλλ᾽ ἄγε νῆα μέλαιναν ἐρύσσομεν τις ἀρίστη,
ἐς δ᾽ ἐρέτας ἁλιῆας ἀγείρομεν , οἵ κε τάχιστα
350
κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι.”
οὔ πω πᾶν εἴρηθ᾽ , ὅτ᾽ ἄρ᾽ Ἀμφίνομος ἴδε νῆα,
στρεφθεὶς ἐκ χώρης , λιμένος πολυβενθέος ἐντός,
ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας.
ἡδὺ δ᾽ ἄρ᾽ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι:
355
μή τιν᾽ ἔτ᾽ ἀγγελίην ὀτρύνομεν : οἵδε γὰρ ἔνδον.
τίς σφιν τόδ᾽ ἔειπε θεῶν , εἴσιδον αὐτοὶ
νῆα παρερχομένην , τὴν δ᾽ οὐκ ἐδύναντο κιχῆναι.”
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης,
αἶψα δὲ νῆα μέλαιναν ἐπ᾽ ἠπείροιο ἔρυσσαν,
360
τεύχεα δέ σφ᾽ ἀπένεικαν ὑπέρθυμοι θεράποντες.
αὐτοὶ δ᾽ εἰς ἀγορὴν κίον ἀθρόοι , οὐδέ τιν᾽ ἄλλον