Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.
τοῖσιν δ᾽ Ἀντίνοος μετέφη , Εὐπείθεος υἱός:
πόποι , ὡς τόνδ᾽ ἄνδρα θεοὶ κακότητος ἔλυσαν.
365
ἤματα μὲν σκοποὶ ἷζον ἐπ᾽ ἄκριας ἠνεμοέσσας
αἰὲν ἐπασσύτεροι : ἅμα δ᾽ ἠελίῳ καταδύντι
οὔ ποτ᾽ ἐπ᾽ ἠπείρου νύκτ᾽ ἄσαμεν , ἀλλ᾽ ἐνὶ πόντῳ
νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν,
Τηλέμαχον λοχόωντες , ἵνα φθίσωμεν ἑλόντες
370
αὐτόν : τὸν δ᾽ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων,
ἡμεῖς δ᾽ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον
Τηλεμάχῳ , μηδ᾽ ἧμας ὑπεκφύγοι : οὐ γὰρ ὀΐω
τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.
αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε,
375
λαοὶ δ᾽ οὐκέτι πάμπαν ἐφ᾽ ἡμῖν ἦρα φέρουσιν.
ἀλλ᾽ ἄγετε , πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς
εἰς ἀγορήνοὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,
ἀλλ᾽ ἀπομηνίσει , ἐρέει δ᾽ ἐν πᾶσιν ἀναστὰς
οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδ᾽ ἐκίχημεν:
380
οἱ δ᾽ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα:
μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι
γαίης ἡμετέρης , ἄλλων δ᾽ ἀφικώμεθα δῆμον:
ἀλλὰ φθέωμεν ἑλόντες ἐπ᾽ ἀγροῦ νόσφι πόληος
ἐν ὁδῷ : βίοτον δ᾽ αὐτοὶ καὶ κτήματ᾽ ἔχωμεν,
385
δασσάμενοι κατὰ μοῖραν ἐφ᾽ ἡμέας , οἰκία δ᾽ αὖτε
κείνου μητέρι δοῖμεν ἔχειν ἠδ᾽ ὅστις ὀπυίοι.
εἰ δ᾽ ὑμῖν ὅδε μῦθος ἀφανδάνει , ἀλλὰ βόλεσθε
αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,
μή οἱ χρήματ᾽ ἔπειτα ἅλις θυμηδέ᾽ ἔδωμεν
390
ἐνθάδ᾽ ἀγειρόμενοι , ἀλλ᾽ ἐκ μεγάροιο ἕκαστος
μνάσθω ἐέδνοισιν διζήμενος : δέ κ᾽ ἔπειτα