Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ῥάπτεις , οὐδ᾽ ἱκέτας ἐμπάζεαι , οἷσιν ἄρα Ζεὺς
μάρτυρος ; οὐδ᾽ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.
οὐκ οἶσθ᾽ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων,
425
δῆμον ὑποδείσας ; δὴ γὰρ κεχολώατο λίην,
οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν
ἤκαχε Θεσπρωτούς : οἱ δ᾽ ἡμῖν ἄρθμιοι ἦσαν:
τόν ῥ᾽ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ
ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν:
430
ἀλλ᾽ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ.
τοῦ νῦν οἶκον ἄτιμον ἔδεις , μνάᾳ δὲ γυναῖκα
παῖδά τ᾽ ἀποκτείνεις , ἐμὲ δὲ μεγάλως ἀκαχίζεις:
ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους.”
τὴν δ᾽ αὖτ᾽ Εὐρύμαχος , Πολύβου πάϊς , ἀντίον ηὔδα:
435
κούρη Ἰκαρίοιο , περίφρον Πηνελόπεια,
θάρσει : μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
οὐκ ἔσθ᾽ οὗτος ἀνὴρ οὐδ᾽ ἔσσεται οὐδὲ γένηται,
ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει
ζώοντός γ᾽ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.
440
ὧδε γὰρ ἐξερέω , καὶ μὴν τετελεσμένον ἔσται:
αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ
ἡμετέρῳ , ἐπεὶ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς
πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν
ἐν χείρεσσιν ἔθηκεν , ἐπέσχε τε οἶνον ἐρυθρόν.
445
τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν
ἀνδρῶν , οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα
ἔκ γε μνηστήρων : θεόθεν δ᾽ οὐκ ἔστ᾽ ἀλέασθαι.”
ὣς φάτο θαρσύνων , τῷ δ᾽ ἤρτυεν αὐτὸς ὄλεθρον.
μὲν ἄρ᾽ εἰσαναβᾶσ᾽ ὑπερώϊα σιγαλόεντα
450
κλαῖεν ἔπειτ᾽ Ὀδυσῆα , φίλον πόσιν , ὄφρα οἱ ὕπνον
ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.