Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τοιγὰρ ἐγώ τοι , τέκνον , ἀληθέα πάντ᾽ ἀγορεύσω.
ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων,
φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι
πλαζόμενος : ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων.
65
νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς
ἤλυθ᾽ ἐμὸν πρὸς σταθμόν , ἐγὼ δέ τοι ἐγγυαλίξω:
ἔρξον ὅπως ἐθέλεις : ἱκέτης δέ τοι εὔχεται εἶναι.”
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
Εὔμαι᾽ , μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες:
70
πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ;
αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα
ἄνδρ᾽ ἀπαμύνασθαι , ὅτε τις πρότερος χαλεπήνῃ:
μητρὶ δ᾽ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,
αὐτοῦ παρ᾽ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ,
75
εὐνήν τ᾽ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,
ἤδη ἅμ᾽ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος
μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.
ἀλλ᾽ τοὶ τὸν ξεῖνον , ἐπεὶ τεὸν ἵκετο δῶμα,
ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε , εἵματα καλά,
80
δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα,
πέμψω δ᾽ ὅππη μιν κραδίη θυμός τε κελεύει.
εἰ δ᾽ ἐθέλεις , σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας:
εἵματα δ᾽ ἐνθάδ᾽ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα
ἔδμεναι , ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.
85
κεῖσε δ᾽ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι
ἔρχεσθαι : λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι:
μή μιν κερτομέωσιν , ἐμοὶ δ᾽ ἄχος ἔσσεται αἰνόν.
πρῆξαι δ᾽ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα
ἄνδρα καὶ ἴφθιμον , ἐπεὶ πολὺ φέρτεροί εἰσι.”
90
τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς: