Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
φίλ᾽ , ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,
μάλα μευ καταδάπτετ᾽ ἀκούοντος φίλον ἦτορ,
οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι
ἐν μεγάροις , ἀέκητι σέθεν τοιούτου ἐόντος.
95
εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι , σέ γε λαοὶ
ἐχθαίρουσ᾽ ἀνὰ δῆμον , ἐπισπόμενοι θεοῦ ὀμφῇ,
τι κασιγνήτοις ἐπιμέμφεαι , οἷσί περ ἀνὴρ
μαρναμένοισι πέποιθε , καὶ εἰ μέγα νεῖκος ὄρηται.
αἲ γάρ ἐγὼν οὕτω νέος εἴην τῷδ᾽ ἐπὶ θυμῷ,
100
παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός:
αὐτίκ᾽ ἔπειτ᾽ ἀπ᾽ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,
εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην,
ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
105
εἰ δ᾽ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα,
βουλοίμην κ᾽ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι
τεθνάμεν τάδε γ᾽ αἰὲν ἀεικέα ἔργ᾽ ὁράασθαι,
ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά,
110
καὶ οἶνον διαφυσσόμενον , καὶ σῖτον ἔδοντας
μὰψ αὔτως , ἀτέλεστον , ἀνηνύστῳ ἐπὶ ἔργῳ.”
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
τοιγὰρ ἐγώ τοι , ξεῖνε , μάλ᾽ ἀτρεκέως ἀγορεύσω.
οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει,
115
οὔτε κασιγνήτοις ἐπιμέμφομαι , οἷσί περ ἀνὴρ
μαρναμένοισι πέποιθε , καὶ εἰ μέγα νεῖκος ὄρηται.
ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων:
μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε,
μοῦνον δ᾽ αὖτ᾽ Ὀδυσῆα πατὴρ τέκεν : αὐτὰρ Ὀδυσσεὺς
120
μοῦνον ἔμ᾽ ἐν μεγάροισι τεκὼν λίπεν οὐδ᾽ ἀπόνητο.
τῷ νῦν δυσμενέες μάλα μυρίοι εἴσ᾽ ἐνὶ οἴκῳ.