Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
17
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
δὴ τότ᾽ ἔπειθ᾽ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα
Τηλέμαχος , φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
εἵλετο δ᾽ ἄλκιμον ἔγχος , οἱ παλάμηφιν ἀρήρει,
5
ἄστυδε ἱέμενος , καὶ ἑὸν προσέειπε συβώτην:
ἄττ᾽ , τοι μὲν ἐγὼν εἶμ᾽ ἐς πόλιν , ὄφρα με μήτηρ
ὄψεται : οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐω
κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος,
πρίν γ᾽ αὐτόν με ἴδηται : ἀτὰρ σοί γ᾽ ὧδ᾽ ἐπιτέλλω.
10
τὸν ξεῖνον δύστηνον ἄγ᾽ ἐς πόλιν , ὄφρ᾽ ἂν ἐκεῖθι
δαῖτα πτωχεύῃ : δώσει δέ οἱ ὅς κ᾽ ἐθέλῃσι
πύρνον καὶ κοτύλην : ἐμὲ δ᾽ οὔ πως ἔστιν ἅπαντας
ἀνθρώπους ἀνέχεσθαι , ἔχοντά περ ἄλγεα θυμῷ:
ξεῖνος δ᾽ εἴ περ μάλα μηνίει , ἄλγιον αὐτῷ
15
ἔσσεται : γὰρ ἐμοὶ φίλ᾽ ἀληθέα μυθήσασθαι.”
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
φίλος , οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω:
πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατ᾽ ἀγροὺς
δαῖτα πτωχεύειν : δώσει δέ μοι ὅς κ᾽ ἐθέλῃσιν.
20
οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί,
ὥστ᾽ ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι.
ἀλλ᾽ ἔρχευ : ἐμὲ δ᾽ ἄξει ἀνὴρ ὅδε , τὸν σὺ κελεύεις,
αὐτίκ᾽ ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται.
αἰνῶς γὰρ τάδε εἵματ᾽ ἔχω κακά : μή με δαμάσσῃ
25
στίβη ὑπηοίη : ἕκαθεν δέ τε ἄστυ φάτ᾽ εἶναι.”
ὣς φάτο , Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει,
κραιπνὰ ποσὶ προβιβάς , κακὰ δὲ μνηστῆρσι φύτευεν.
αὐτὰρ ἐπεί ῥ᾽ ἵκανε δόμους εὖ ναιετάοντας,
ἔγχος μέν ῥ᾽ ἔστησε φέρων πρὸς κίονα μακρήν,
30
αὐτὸς δ᾽ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.