Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν:
αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα:
καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν:
πόποι , μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
125
ἤθελον εὐνηθῆναι , ἀνάλκιδες αὐτοὶ ἐόντες.
ὡς δ᾽ ὁπότ᾽ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
βοσκομένη , δ᾽ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
130
ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
αἲ γάρ , Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
τοῖος ἐὼν οἷός ποτ᾽ ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ
ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
135
κὰδ δ᾽ ἔβαλε κρατερῶς , κεχάροντο δὲ πάντες Ἀχαιοί,
τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς:
πάντες κ᾽ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
ταῦτα δ᾽ μ᾽ εἰρωτᾷς καὶ λίσσεαι , οὐκ ἂν ἐγώ γε
ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδ᾽ ἀπατήσω,
140
ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδ᾽ ἐπικεύσω.
φῆ μιν γ᾽ ἐν νήσῳ ἰδέειν κρατέρ᾽ ἄλγε᾽ ἔχοντα,
νύμφης ἐν μεγάροισι Καλυψοῦς , μιν ἀνάγκῃ
ἴσχει : δ᾽ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι.
145
οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
οἵ κέν μιν πέμποιεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσησ
ὣς ἔφατ᾽ Ἀτρεΐδης , δουρικλειτὸς Μενέλαος.
ταῦτα τελευτήσας νεόμην : ἔδοσαν δέ μοι οὖρον
ἀθάνατοι , τοί μ᾽ ὦκα φίλην ἐς πατρίδ᾽ ἔπεμψαν.”
150
ὣς φάτο , τῇ δ᾽ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.