Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής:
γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
τοι γ᾽ οὐ σάφα οἶδεν , ἐμεῖο δὲ σύνθεο μῦθον:
ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδ᾽ ἐπικεύσω:
155
ἴστω νῦν Ζεὺς πρῶτα θεῶν , ξενίη τε τράπεζα
ἱστίη τ᾽ Ὀδυσῆος ἀμύμονος , ἣν ἀφικάνω,
ὡς τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ,
ἥμενος ἕρπων , τάδε πευθόμενος κακὰ ἔργα,
ἔστιν , ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει:
160
τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς
ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν.”
τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
αἲ γὰρ τοῦτο , ξεῖνε , ἔπος τετελεσμένον εἴη:
τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
165
ἐξ ἐμεῦ , ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.”
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες,
ἐν τυκτῷ δαπέδῳ , ὅθι περ πάρος ὕβριν ἔχοντες.
170
ἀλλ᾽ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα
πάντοθεν ἐξ ἀγρῶν , οἱ δ᾽ ἤγαγον οἳ τὸ πάρος περ,
καὶ τότε δή σφιν ἔειπε Μέδων : ὃς γάρ ῥα μάλιστα
ἥνδανε κηρύκων , καὶ σφιν παρεγίγνετο δαιτί:
κοῦροι , ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρέν᾽ ἀέθλοις,
175
ἔρχεσθε πρὸς δώμαθ᾽ , ἵν᾽ ἐντυνώμεθα δαῖτα:
οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.”
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἀνστάντες ἔβαν πείθοντό τε μύθῳ.
αὐτὰρ ἐπεί ῥ᾽ ἵκοντο δόμους εὖ ναιετάοντας,
χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
180
οἱ δ᾽ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,