Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
181
ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην,
182
δαῖτ᾽ ἐντυνόμενοι . τοὶ δ᾽ ἐξ ἀγροῖο πόλινδε
183
ὠτρύνοντ᾽ Ὀδυσεύς τ᾽ ἰέναι καὶ δῖος ὑφορβός.
184
τοῖσι δὲ μύθων ἦρχε συβώτης , ὄρχαμος ἀνδρῶν:
185
“ξεῖν᾽ , ἐπεὶ
ἂρ
δὴ
ἔπειτα
πόλινδ᾽
ἰέναι
μενεαίνεις
186
σήμερον , ὡς ἐπέτελλεν ἄναξ ἐμόσ —ἦ
σ᾽
ἂν
ἐγώ
γε
187
αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι:
188
ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια , μή μοι ὀπίσσω
189
νεικείῃ : χαλεπαὶ δέ τ᾽ ἀνάκτων εἰσὶν ὁμοκλαί—
190
ἀλλ᾽ ἄγε νῦν ἴομεν : δὴ γὰρ μέμβλωκε μάλιστα
191
ἦμαρ , ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται.”
192
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
193
“γιγνώσκω , φρονέω : τά
γε
δὴ
νοέοντι
κελεύεις.
194
ἀλλ᾽ ἴομεν , σὺ δ᾽ ἔπειτα διαμπερὲς ἡγεμόνευε.
195
δὸς δέ μοι , εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν,
196
σκηρίπτεσθ᾽ , ἐπεὶ ἦ φατ᾽ ἀρισφαλέ᾽ ἔμμεναι οὐδόν.”
197
ἦ ῥα καὶ ἀμφ᾽ ὤμοισιν ἀεικέα βάλλετο πήρην,
198
πυκνὰ ῥωγαλέην : ἐν δὲ στρόφος ἦεν ἀορτήρ:
199
Εὔμαιος δ᾽ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε.
200
τὼ βήτην , σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες
201
ῥύατ᾽ ὄπισθε μένοντες : ὁ δ᾽ ἐς πόλιν ἦγεν ἄνακτα
202
πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,
203
σκηπτόμενον : τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο.
204
ἀλλ᾽ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν
205
ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο
206
τυκτὴν καλλίροον , ὅθεν ὑδρεύοντο πολῖται,
207
τὴν ποίησ᾽ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ:
208
ἀμφὶ δ᾽ ἄρ᾽ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,
209
πάντοσε κυκλοτερές , κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ
210
ὑψόθεν ἐκ πέτρης : βωμὸς δ᾽ ἐφύπερθε τέτυκτο