Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
νυμφάων , ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται:
ἔνθα σφέας ἐκίχαν᾽ υἱὸς Δολίοιο Μελανθεὺς
αἶγας ἄγων , αἳ πᾶσι μετέπρεπον αἰπολίοισι,
δεῖπνον μνηστήρεσσι : δύω δ᾽ ἅμ᾽ ἕποντο νομῆες.
215
τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν,
ἔκπαγλον καὶ ἀεικές : ὄρινε δὲ κῆρ Ὀδυσῆος:
νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,
ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖν.
πῇ δὴ τόνδε μολοβρὸν ἄγεις , ἀμέγαρτε συβῶτα,
220
πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα;
ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους,
αἰτίζων ἀκόλους , οὐκ ἄορας οὐδὲ λέβητας:
τόν κ᾽ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι
σηκοκόρον τ᾽ ἔμεναι θαλλόν τ᾽ ἐρίφοισι φορῆναι,
225
καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.
ἀλλ᾽ ἐπεὶ οὖν δὴ ἔργα κάκ᾽ ἔμμαθεν , οὐκ ἐθελήσει
ἔργον ἐποίχεσθαι , ἀλλὰ πτώσσων κατὰ δῆμον
βούλεται αἰτίζων βόσκειν ἣν γαστέρ᾽ ἄναλτον.
ἀλλ᾽ ἔκ τοι ἐρέω , τὸ δὲ καὶ τετελεσμένον ἔσται:
230
αἴ κ᾽ ἔλθῃ πρὸς δώματ᾽ Ὀδυσσῆος θείοιο,
πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων
πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.”
ὣς φάτο , καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν
ἰσχίῳ : οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν,
235
ἀλλ᾽ ἔμεν᾽ ἀσφαλέως : δὲ μερμήριξεν Ὀδυσσεὺς
ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο,
πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας.
ἀλλ᾽ ἐπετόλμησε , φρεσὶ δ᾽ ἔσχετο : τὸν δὲ συβώτης
νείκεσ᾽ ἐσάντα ἰδών , μέγα δ᾽ εὔξατο χεῖρας ἀνασχών:
240
νύμφαι κρηναῖαι , κοῦραι Διός , εἴ ποτ᾽ Ὀδυσσεὺς