Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,
κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι,
δακρύσασα δ᾽ ἔπειτ᾽ ἰθὺς κίεν : ἀμφὶ δ᾽ ἄρ᾽ ἄλλαι
δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο,
35
καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους.
δ᾽ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ,
ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα,
κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,
40
καί ῥ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα:
ἦλθες , Τηλέμαχε , γλυκερὸν φάος . οὔ σ᾽ ἔτ᾽ ἐγώ γε
ὄψεσθαι ἐφάμην , ἐπεὶ ᾤχεο νηῒ Πύλονδε
λάθρη , ἐμεῦ ἀέκητι , φίλου μετὰ πατρὸς ἀκουήν.
ἀλλ᾽ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.”
45
τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
μῆτερ ἐμή , μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ
ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον:
ἀλλ᾽ ὑδρηναμένη , καθαρὰ χροῒ εἵμαθ᾽ ἑλοῦσα,
εἰς ὑπερῷ᾽ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
50
εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
ῥέξειν , αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι , ὄφρα καλέσσω
ξεῖνον , ὅτις μοι κεῖθεν ἅμ᾽ ἕσπετο δεῦρο κιόντι.
τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι,
55
Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα
ἐνδυκέως φιλέειν καὶ τιέμεν , εἰς κεν ἔλθω.”
ὣς ἄρ᾽ ἐφώνησεν , τῇ δ᾽ ἄπτερος ἔπλετο μῦθος.
δ᾽ ὑδρηναμένη , καθαρὰ χροῒ εἵμαθ᾽ ἑλοῦσα,
εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
60
ῥέξειν , αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.