Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα
ὤτρυν᾽ , ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι,
γνοίη θ᾽ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τ᾽ ἀθέμιστοι:
ἀλλ᾽ οὐδ᾽ ὥς τιν᾽ ἔμελλ᾽ ἀπαλεξήσειν κακότητος.
365
βῆ δ᾽ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον,
πάντοσε χεῖρ᾽ ὀρέγων , ὡς εἰ πτωχὸς πάλαι εἴη.
οἱ δ᾽ ἐλεαίροντες δίδοσαν , καὶ ἐθάμβεον αὐτόν,
ἀλλήλους τ᾽ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι.
τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος , αἰπόλος αἰγῶν:
370
κέκλυτέ μευ , μνηστῆρες ἀγακλειτῆς βασιλείης,
τοῦδε περὶ ξείνου : γάρ μιν πρόσθεν ὄπωπα.
τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν,
αὐτὸν δ᾽ οὐ σάφα οἶδα , πόθεν γένος εὔχεται εἶναι.”
ὣς ἔφατ᾽ , Ἀντίνοος δ᾽ ἔπεσιν νείκεσσε συβώτην:
375
ἀρίγνωτε συβῶτα , τίη δὲ σὺ τόνδε πόλινδε
ἤγαγες ; οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι,
πτωχοὶ ἀνιηροί , δαιτῶν ἀπολυμαντῆρες;
ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος
ἐνθάδ᾽ ἀγειρόμενοι , σὺ δὲ καὶ προτὶ τόνδ᾽ ἐκάλεσσας;”
380
τὸν δ᾽ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα:
Ἀντίνο᾽ , οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις:
τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν
ἄλλον γ᾽ , εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασι,
μάντιν ἰητῆρα κακῶν τέκτονα δούρων,
385
καὶ θέσπιν ἀοιδόν , κεν τέρπῃσιν ἀείδων;
οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπ᾽ ἀπείρονα γαῖαν:
πτωχὸν δ᾽ οὐκ ἄν τις καλέοι τρύξοντα αὐτόν.
ἀλλ᾽ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων
δμωσὶν Ὀδυσσῆος , πέρι δ᾽ αὖτ᾽ ἐμοί : αὐτὰρ ἐγώ γε
390
οὐκ ἀλέγω , ἧός μοι ἐχέφρων Πηνελόπεια