Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι:
ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ
οἷσίν τ᾽ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίωνἤθελε γάρ που
425
ὅς μ᾽ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν
Αἴγυπτόνδ᾽ ἰέναι , δολιχὴν ὁδόν , ὄφρ᾽ ἀπολοίμην.
στῆσα δ᾽ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
ἔνθ᾽ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,
430
ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι.
οἱ δ᾽ ὕβρει εἴξαντες , ἐπισπόμενοι μένεϊ σφῷ,
αἶψα μάλ᾽ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
πόρθεον , ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
αὐτούς τ᾽ ἔκτεινον : τάχα δ᾽ ἐς πόλιν ἵκετ᾽ ἀϋτή.
435
οἱ δὲ βοῆς ἀΐοντες ἅμ᾽ ἠοῖ φαινομένηφιν
ἦλθον : πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
χαλκοῦ τε στεροπῆς : ἐν δὲ Ζεὺς τερπικέραυνος
φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν , οὐδέ τις ἔτλη
στῆναι ἐναντίβιον : περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
440
ἔνθ᾽ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,
τοὺς δ᾽ ἄναγον ζωούς , σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
αὐτὰρ ἔμ᾽ ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι,
Δμήτορι Ἰασίδῃ , ὃς Κύπρου ἶφι ἄνασσεν:
ἔνθεν δὴ νῦν δεῦρο τόδ᾽ ἵκω πήματα πάσχων.”
445
τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος ἀπαμείβετο φώνησέν τε:
τίς δαίμων τόδε πῆμα προσήγαγε , δαιτὸς ἀνίην;
στῆθ᾽ οὕτως ἐς μέσσον , ἐμῆς ἀπάνευθε τραπέζης,
μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι:
ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης.
450
ἑξείης πάντεσσι παρίστασαι : οἱ δὲ διδοῦσι