Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μαψιδίως , ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδ᾽ ἐλεητὺς
ἀλλοτρίων χαρίσασθαι , ἐπεὶ πάρα πολλὰ ἑκάστῳ.”
τὸν δ᾽ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς:
πόποι , οὐκ ἄρα σοί γ᾽ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν:
455
οὐ σύ γ᾽ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδ᾽ ἅλα δοίης,
ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης
σίτου ἀποπροελὼν δόμεναι : τὰ δὲ πολλὰ πάρεστιν.”
ὣς ἔφατ᾽ , Ἀντίνοος δ᾽ ἐχολώσατο κηρόθι μᾶλλον,
καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα:
460
νῦν δή σ᾽ οὐκέτι καλὰ διὲκ μεγάροιό γ᾽ ὀΐω
ἂψ ἀναχωρήσειν , ὅτε δὴ καὶ ὀνείδεα βάζεις.”
ὣς ἄρ᾽ ἔφη , καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον,
πρυμνότατον κατὰ νῶτον : δ᾽ ἐστάθη ἠΰτε πέτρη
ἔμπεδον , οὐδ᾽ ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο,
465
ἀλλ᾽ ἀκέων κίνησε κάρη , κακὰ βυσσοδομεύων.
ἂψ δ᾽ γ᾽ ἐπ᾽ οὐδὸν ἰὼν κατ᾽ ἄρ᾽ ἕζετο , κὰδ δ᾽ ἄρα πήρην
θῆκεν ἐϋπλείην , μετὰ δὲ μνηστῆρσιν ἔειπε:
κέκλυτέ μευ , μνηστῆρες ἀγακλειτῆς βασιλείης,
ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
470
οὐ μὰν οὔτ᾽ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος,
ὁππότ᾽ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι
βλήεται , περὶ βουσὶν ἀργεννῇς ὀΐεσσιν:
αὐτὰρ ἔμ᾽ Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς,
οὐλομένης , πολλὰ κάκ᾽ ἀνθρώποισι δίδωσιν.
475
ἀλλ᾽ εἴ που πτωχῶν γε θεοὶ καὶ Ἐρινύες εἰσίν,
Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη.”
τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος προσέφη , Εὐπείθεος υἱός:
ἔσθι᾽ ἕκηλος , ξεῖνε , καθήμενος , ἄπιθ᾽ ἄλλῃ,
μή σε νέοι διὰ δώματ᾽ ἐρύσσωσ᾽ , οἷ᾽ ἀγορεύεις,
480
ποδὸς καὶ χειρός , ἀποδρύψωσι δὲ πάντα.”