Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν:
ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων:
Ἀντίνο᾽ , οὐ μὲν κάλ᾽ ἔβαλες δύστηνον ἀλήτην,
οὐλόμεν᾽ , εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν.
485
καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,
παντοῖοι τελέθοντες , ἐπιστρωφῶσι πόληας,
ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.”
ὣς ἄρ᾽ ἔφαν μνηστῆρες , δ᾽ οὐκ ἐμπάζετο μύθων.
Τηλέμαχος δ᾽ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε
490
βλημένου , οὐδ᾽ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν,
ἀλλ᾽ ἀκέων κίνησε κάρη , κακὰ βυσσοδομεύων.
τοῦ δ᾽ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια
βλημένου ἐν μεγάρῳ , μετ᾽ ἄρα δμῳῇσιν ἔειπεν:
αἴθ᾽ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων.”
495
τὴν δ᾽ αὖτ᾽ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν:
εἰ γὰρ ἐπ᾽ ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο:
οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο.”
τὴν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
μαῖ᾽ , ἐχθροὶ μὲν πάντες , ἐπεὶ κακὰ μηχανόωνται:
500
Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε.
ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα
ἀνέρας αἰτίζων : ἀχρημοσύνη γὰρ ἀνώγει:
ἔνθ᾽ ἄλλοι μὲν πάντες ἐνέπλησάν τ᾽ ἔδοσάν τε,
οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον.”
505
μὲν ἄρ᾽ ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξίν,
ἡμένη ἐν θαλάμῳ : δ᾽ ἐδείπνεε δῖος Ὀδυσσεύς:
δ᾽ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν:
ἔρχεο , δῖ᾽ Εὔμαιε , κιὼν τὸν ξεῖνον ἄνωχθι
ἐλθέμεν , ὄφρα τί μιν προσπτύξομαι ἠδ᾽ ἐρέωμαι
510
εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται