Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὣς φάτο , Τηλέμαχος δὲ μέγ᾽ ἔπταρεν , ἀμφὶ δὲ δῶμα
σμερδαλέον κονάβησε : γέλασσε δὲ Πηνελόπεια,
αἶψα δ᾽ ἄρ᾽ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα:
ἔρχεό μοι , τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον.
545
οὐχ ὁράᾳς μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι;
τῷ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο
πᾶσι μάλ᾽ , οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
ἄλλο δέ τοι ἐρέω , σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν:
αἴ κ᾽ αὐτὸν γνώω νημερτέα πάντ᾽ ἐνέποντα,
550
ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε , εἵματα καλά.”
ὣς φάτο , βῆ δὲ συφορβός , ἐπεὶ τὸν μῦθον ἄκουσεν:
ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα:
ξεῖνε πάτερ , καλέει σε περίφρων Πηνελόπεια,
μήτηρ Τηλεμάχοιο : μεταλλῆσαί τί θυμὸς
555
ἀμφὶ πόσει κέλεται , καὶ κήδεά περ πεπαθυίῃ.
εἰ δέ κέ σε γνώῃ νημερτέα πάντ᾽ ἐνέποντα,
ἕσσει σε χλαῖνάν τε χιτῶνά τε , τῶν σὺ μάλιστα
χρηΐζεις : σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον
γαστέρα βοσκήσεις : δώσει δέ τοι ὅς κ᾽ ἐθέλῃσι.”
560
τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς:
Εὔμαι᾽ , αἶψά κ᾽ ἐγὼ νημερτέα πάντ᾽ ἐνέποιμι
κούρῃ Ἰκαρίοιο , περίφρονι Πηνελοπείῃ:
οἶδα γὰρ εὖ περὶ κείνου , ὁμὴν δ᾽ ἀνεδέγμεθ᾽ ὀϊζύν.
ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδι᾽ ὅμιλον,
565
τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
καὶ γὰρ νῦν , ὅτε μ᾽ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα
οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν,
οὔτε τι Τηλέμαχος τό γ᾽ ἐπήρκεσεν οὔτε τις ἄλλος.
τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι
570
μεῖναι , ἐπειγομένην περ , ἐς ἠέλιον καταδύντα: