Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
καὶ τότε μ᾽ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ,
ἀσσοτέρω καθίσασα παραὶ πυρί : εἵματα γάρ τοι
λύγρ᾽ ἔχω : οἶσθα καὶ αὐτός , ἐπεί σε πρῶθ᾽ ἱκέτευσα.”
ὣς φάτο , βῆ δὲ συφορβός , ἐπεὶ τὸν μῦθον ἄκουσε.
575
τὸν δ᾽ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια:
οὐ σύ γ᾽ ἄγεις , Εὔμαιε : τί τοῦτ᾽ ἐνόησεν ἀλήτης;
τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως
αἰδεῖται κατὰ δῶμα ; κακὸς δ᾽ αἰδοῖος ἀλήτης.”
τὴν δ᾽ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα:
580
μυθεῖται κατὰ μοῖραν , πέρ κ᾽ οἴοιτο καὶ ἄλλος,
ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.
ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.
καὶ δὲ σοὶ ὧδ᾽ αὐτῇ πολὺ κάλλιον , βασίλεια,
οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδ᾽ ἐπακοῦσαι.”
585
τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
οὐκ ἄφρων ξεῖνος : ὀΐεται , ὥς περ ἂν εἴη:
οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων
ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.”
μὲν ἄρ᾽ ὣς ἀγόρευεν , δ᾽ ᾤχετο δῖος ὑφορβὸς
590
μνηστήρων ἐς ὅμιλον , ἐπεὶ διεπέφραδε πάντα.
αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,
ἄγχι σχὼν κεφαλήν , ἵνα μὴ πευθοίαθ᾽ οἱ ἄλλοι:
φίλ᾽ , ἐγὼ μὲν ἄπειμι , σύας καὶ κεῖνα φυλάξων,
σὸν καὶ ἐμὸν βίοτον : σοὶ δ᾽ ἐνθάδε πάντα μελόντων.
595
αὐτὸν μέν σε πρῶτα σάω , καὶ φράζεο θυμῷ
μή τι πάθῃς : πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν,
τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι.”
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
ἔσσεται οὕτως , ἄττα : σὺ δ᾽ ἔρχεο δειελιήσας:
600
ἠῶθεν δ᾽ ἰέναι καὶ ἄγειν ἱερήϊα καλά: