Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
18
ἦλθε δ᾽ ἐπὶ πτωχὸς πανδήμιος , ὃς κατὰ ἄστυ
πτωχεύεσκ᾽ Ἰθάκης , μετὰ δ᾽ ἔπρεπε γαστέρι μάργῃ
ἀζηχὲς φαγέμεν καὶ πιέμεν : οὐδέ οἱ ἦν ἲς
οὐδὲ βίη , εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι.
5
Ἀρναῖος δ᾽ ὄνομ᾽ ἔσκε : τὸ γὰρ θέτο πότνια μήτηρ
ἐκ γενετῆς : Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες,
οὕνεκ᾽ ἀπαγγέλλεσκε κιών , ὅτε πού τις ἀνώγοι:
ὅς ῥ᾽ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο,
καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα:
10
εἶκε , γέρον , προθύρου , μὴ δὴ τάχα καὶ ποδὸς ἕλκῃ.
οὐκ ἀΐεις ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες,
ἑλκέμεναι δὲ κέλονται ; ἐγὼ δ᾽ αἰσχύνομαι ἔμπης.
ἀλλ᾽ ἄνα , μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται.”
τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς:
15
δαιμόνι᾽ , οὔτε τί σε ῥέζω κακὸν οὔτ᾽ ἀγορεύω,
οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλ᾽ ἀνελόντα.
οὐδὸς δ᾽ ἀμφοτέρους ὅδε χείσεται , οὐδέ τί σε χρὴ
ἀλλοτρίων φθονέειν : δοκέεις δέ μοι εἶναι ἀλήτης
ὥς περ ἐγών , ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν.
20
χερσὶ δὲ μή τι λίην προκαλίζεο , μή με χολώσῃς,
μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω
αἵματος : ἡσυχίη δ᾽ ἂν ἐμοὶ καὶ μᾶλλον ἔτ᾽ εἴη
αὔριον : οὐ μὲν γάρ τί σ᾽ ὑποστρέψεσθαι ὀΐω
δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.”
25
τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης:
πόποι , ὡς μολοβρὸς ἐπιτροχάδην ἀγορεύει,
γρηῒ καμινοῖ ἶσος : ὃν ἂν κακὰ μητισαίμην
κόπτων ἀμφοτέρῃσι , χαμαὶ δέ κε πάντας ὀδόντας
γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης.
30
ζῶσαι νῦν , ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε