Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὣς φάτο , καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον,
ἂψ δ᾽ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.
αὐτὰρ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ,
νευστάζων κεφαλῇ : δὴ γὰρ κακὸν ὄσσετο θυμός.
155
ἀλλ᾽ οὐδ᾽ ὣς φύγε κῆρα : πέδησε δὲ καὶ τὸν Ἀθήνη
Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.
ἂψ δ᾽ αὖτις κατ᾽ ἄρ᾽ ἕζετ᾽ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
τῇ δ᾽ ἄρ᾽ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
κούρῃ Ἰκαρίοιο , περίφρονι Πηνελοπείῃ,
160
μνηστήρεσσι φανῆναι , ὅπως πετάσειε μάλιστα
θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο
μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος πάρος ἦεν.
ἀχρεῖον δ᾽ ἐγέλασσεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
Εὐρυνόμη , θυμός μοι ἐέλδεται , οὔ τι πάρος γε,
165
μνηστήρεσσι φανῆναι , ἀπεχθομένοισί περ ἔμπης:
παιδὶ δέ κεν εἴποιμι ἔπος , τό κε κέρδιον εἴη,
μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,
οἵ τ᾽ εὖ μὲν βάζουσι , κακῶς δ᾽ ὄπιθεν φρονέουσι.”
τὴν δ᾽ αὖτ᾽ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν:
170
ναὶ δὴ ταῦτά γε πάντα , τέκος , κατὰ μοῖραν ἔειπες.
ἀλλ᾽ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδ᾽ ἐπίκευθε,
χρῶτ᾽ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς:
μηδ᾽ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα
ἔρχευ , ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.
175
ἤδη μὲν γάρ τοι παῖς τηλίκος , ὃν σὺ μάλιστα
ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.”
τὴν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
Εὐρυνόμη , μὴ ταῦτα παραύδα , κηδομένη περ,
χρῶτ᾽ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ:
180
ἀγλαΐην γὰρ ἐμοί γε θεοί , τοὶ Ὄλυμπον ἔχουσιν,