Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὤλεσαν , ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.
ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι
ἐλθέμεν , ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν:
οἴη δ᾽ οὐκ εἴσειμι μετ᾽ ἀνέρας : αἰδέομαι γάρ.”
185
ὣς ἄρ᾽ ἔφη , γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη:
κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,
εὗδε δ᾽ ἀνακλινθεῖσα , λύθεν δέ οἱ ἅψεα πάντα
190
αὐτοῦ ἐνὶ κλιντῆρι : τέως δ᾽ ἄρα δῖα θεάων
ἄμβροτα δῶρα δίδου , ἵνα μιν θησαίατ᾽ Ἀχαιοί.
κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν
ἀμβροσίῳ , οἵῳ περ ἐϋστέφανος Κυθέρεια
χρίεται , εὖτ᾽ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα:
195
καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,
λευκοτέρην δ᾽ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.
μὲν ἄρ᾽ ὣς ἔρξασ᾽ ἀπεβήσετο δῖα θεάων,
ἦλθον δ᾽ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο
φθόγγῳ ἐπερχόμεναι : τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,
200
καί ῥ᾽ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε:
με μάλ᾽ αἰνοπαθῆ μαλακὸν περὶ κῶμ᾽ ἐκάλυψεν.
αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ
αὐτίκα νῦν , ἵνα μηκέτ᾽ ὀδυρομένη κατὰ θυμὸν
αἰῶνα φθινύθω , πόσιος ποθέουσα φίλοιο
205
παντοίην ἀρετήν , ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.”
ὣς φαμένη κατέβαιν᾽ ὑπερώϊα σιγαλόεντα,
οὐκ οἴη : ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ᾽ ἕποντο.
δ᾽ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
210
ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα: