Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
κεῖνος τὼς ἀγόρευε : τὰ δὴ νῦν πάντα τελεῖται.
νὺξ δ᾽ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει
οὐλομένης ἐμέθεν , τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.
ἀλλὰ τόδ᾽ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει:
275
μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο:
οἵ τ᾽ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα
μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν,
αὐτοὶ τοί γ᾽ ἀπάγουσι βόας καὶ ἴφια μῆλα,
κούρης δαῖτα φίλοισι , καὶ ἀγλαὰ δῶρα διδοῦσιν:
280
ἀλλ᾽ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.”
ὣς φάτο , γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
οὕνεκα τῶν μὲν δῶρα παρέλκετο , θέλγε δὲ θυμὸν
μειλιχίοις ἐπέεσσι , νόος δέ οἱ ἄλλα μενοίνα.
τὴν δ᾽ αὖτ᾽ Ἀντίνοος προσέφη , Εὐπείθεος υἱός,
285
κούρη Ἰκαρίοιο , περίφρον Πηνελόπεια,
δῶρα μὲν ὅς κ᾽ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδ᾽ ἐνεῖκαι,
δέξασθ᾽ . οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν:
ἡμεῖς δ᾽ οὔτ᾽ ἐπὶ ἔργα πάρος γ᾽ ἴμεν οὔτε πῃ ἄλλῃ,
πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος.”
290
ὣς ἔφατ᾽ Ἀντίνοος , τοῖσιν δ᾽ ἐπιήνδανε μῦθος:
δῶρα δ᾽ ἄρ᾽ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον,
ποικίλον : ἐν δ᾽ ἀρ᾽ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι
χρύσειαι , κληῗσιν ἐϋγνάμπτοις ἀραρυῖαι.
295
ὅρμον δ᾽ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκ᾽ ἔνεικε.
χρύσεον , ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς.
ἕρματα δ᾽ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν,
τρίγληνα μορόεντα : χάρις δ᾽ ἀπελάμπετο πολλή.
ἐκ δ᾽ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος
300
ἴσθμιον ἤνεικεν θεράπων , περικαλλὲς ἄγαλμα.