Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἄλλο δ᾽ ἄρ᾽ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.
μὲν ἔπειτ᾽ ἀνέβαιν᾽ ὑπερώϊα δῖα γυναικῶν,
τῇ δ᾽ ἄρ᾽ ἅμ᾽ ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα
οἱ δ᾽ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
305
τρεψάμενοι τέρποντο , μένον δ᾽ ἐπὶ ἕσπερον ἐλθεῖν.
τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν.
αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,
ὄφρα φαείνοιεν : περὶ δὲ ξύλα κάγκανα θῆκαν,
αὖα πάλαι , περίκηλα , νέον κεκεασμένα χαλκῷ,
310
καὶ δαΐδας μετέμισγον : ἀμοιβηδὶς δ᾽ ἀνέφαινον
δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος . αὐτὰρ τῇσιν
αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς:
δμῳαὶ Ὀδυσσῆος , δὴν οἰχομένοιο ἄνακτος,
ἔρχεσθε πρὸς δώμαθ᾽ , ἵν᾽ αἰδοίη βασίλεια:
315
τῇ δὲ παρ᾽ ἠλάκατα στροφαλίζετε , τέρπετε δ᾽ αὐτὴν
ἥμεναι ἐν μεγάρῳ , εἴρια πείκετε χερσίν:
αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.
ἤν περ γάρ κ᾽ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν,
οὔ τί με νικήσουσι : πολυτλήμων δὲ μάλ᾽ εἰμί.”
320
ὣς ἔφαθ᾽ , αἱ δ᾽ ἐγέλασσαν , ἐς ἀλλήλας δὲ ἴδοντο.
τὸν δ᾽ αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος,
τὴν Δολίος μὲν ἔτικτε , κόμισσε δὲ Πηνελόπεια,
παῖδα δὲ ὣς ἀτίταλλε , δίδου δ᾽ ἄρ᾽ ἀθύρματα θυμῷ:
ἀλλ᾽ οὐδ᾽ ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης,
325
ἀλλ᾽ γ᾽ Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν.
ῥ᾽ Ὀδυσῆ᾽ ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν:
ξεῖνε τάλαν , σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί,
οὐδ᾽ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών,
ἠέ που ἐς λέσχην , ἀλλ᾽ ἐνθάδε πόλλ᾽ ἀγορεύεις,
330
θαρσαλέως πολλοῖσι μετ᾽ ἀνδράσιν , οὐδέ τι θυμῷ