Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μαρναμένους : πῶς δ᾽ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;”
ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων
οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.
τοῖϊν δὲ ξυνέηχ᾽ ἱερὸν μένος Ἀντινόοιο,
35
ἡδὺ δ᾽ ἄρ᾽ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν:
φίλοι , οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη,
οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα.
ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν
χερσὶ μαχέσσασθαι : ἀλλὰ ξυνελάσσομεν ὦκα.”
40
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ἀνήϊξαν γελόωντες,
ἀμφὶ δ᾽ ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο.
τοῖσιν δ᾽ Ἀντίνοος μετέφη , Εὐπείθεος υἱός:
κέκλυτέ μευ , μνηστῆρες ἀγήνορες , ὄφρα τι εἴπω.
γαστέρες αἵδ᾽ αἰγῶν κέατ᾽ ἐν πυρί , τὰς ἐπὶ δόρπῳ
45
κατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες:
ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
τάων ἥν κ᾽ ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω:
αἰεὶ αὖθ᾽ ἡμῖν μεταδαίσεται , οὐδέ τιν᾽ ἄλλον
πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα.”
50
ὣς ἔφατ᾽ Ἀντίνοος , τοῖσιν δ᾽ ἐπιήνδανε μῦθος.
τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς:
φίλοι , οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι
ἄνδρα γέροντα , δύῃ ἀρημένον : ἀλλά με γαστὴρ
ὀτρύνει κακοεργός , ἵνα πληγῇσι δαμείω.
55
ἀλλ᾽ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον,
μή τις ἐπ᾽ Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ βαρείῃ
πλήξῃ ἀτασθάλλων , τούτῳ δέ με ἶφι δαμάσσῃ.”
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ἀπώμνυον ὡς ἐκέλευεν.
αὐτὰρ ἐπεί ῥ᾽ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
60
τοῖς δ᾽ αὖτις μετέειφ᾽ ἱερὴ ἲς Τηλεμάχοιο: